Ancient Greek · ~1 min
Section 28
Demosthenes, πρὸς Ζηνόθεμιν παραγραφή 28
Not analysed yet
ἢ εἰ γράμματʼ ἔκλεπτεν; εἰ ὑπανέῳγεν; ἀλλὰ ταῦτα μὲν αὐτοὶ πρὸς ἑαυτοὺς ὑμεῖς ὅπως ποτʼ ἔχει διακρινεῖσθε· τῇ δʼ ἐμῇ δίκῃ μηδὲν ἐκείνης πρόσαγε. εἴ τί σʼ ἠδίκηκεν ὁ Πρῶτος ἢ λέγων ἢ ποιῶν, ἔχεις ὡς ἔοικε δίκην· οὐδεὶς ἡμῶν ἐκώλυεν, οὐδὲ νῦν παραιτεῖται. εἰ σεσυκοφάντηκας, οὐ περιεργαζόμεθα.