Ancient Greek · ~2 min
Section 29
Demosthenes, πρὸς Ζηνόθεμιν παραγραφή 29
Not analysed yet
νὴ Δίʼ, ἀλλʼ ἐκποδών ἐστιν ἅνθρωπος. διά γʼ ὑμᾶς, ἵνα τάς τε μαρτυρίας τὰς ἡμετέρας λίπῃ, καὶ νῦν ὑμεῖς ὅ τι ἂν βούλησθε λέγητε κατʼ αὐτοῦ. εἰ γὰρ μὴ διʼ ὑμῶν ἔρημος ἐγίγνεθʼ ἡ δίκη, ἅμʼ ἂν αὐτὸν προσεκαλοῦ καὶ κατηγγύας πρὸς τὸν πολέμαρχον, καὶ εἰ μὲν κατέστησέ σοι τοὺς ἐγγυητάς, μένειν ἠναγκάζετʼ ἄν, ἢ σὺ παρʼ ὧν λήψει δίκην ἑτοίμους εἶχες, εἰ δὲ μὴ κατέστησεν, εἰς τὸ οἴκημʼ ἂν ᾔει.