Ancient Greek · ~1 min
Section 54
Demosthenes, περὶ τῶν ἐν Χερρονήσῳ 54
Not analysed yet
νομίζειν δʼ εἶναι χαλεπὰ οὐχ ὅσʼ ἂν εἰς σωτηρίαν δαπανῶμεν, ἀλλʼ ἃ πεισόμεθα, ἂν ταῦτα μὴ ʼθέλωμεν ποιεῖν· καὶ τὸ διαρπασθήσεται τὰ χρήματα τῷ φυλακὴν εἰπεῖν διʼ ἧς σωθήσεται κωλύειν, οὐχὶ τῷ τοῦ συμφέροντος ἀφεστάναι.