Ancient Greek · ~1 min
Section 55
Demosthenes, περὶ τῶν ἐν Χερρονήσῳ 55
Not analysed yet
καίτοι ἔγωγʼ ἀγανακτῶ καὶ αὐτὸ τοῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τὰ μὲν χρήματα λυπεῖ τινὰς ὑμῶν εἰ διαρπασθήσεται, ἃ καὶ φυλάττειν καὶ κολάζειν τοὺς ἀδικοῦντας ἐφʼ ὑμῖν ἐστι, τὴν δʼ Ἑλλάδα πᾶσαν οὑτωσὶ Φίλιππος ἐφεξῆς ἁρπάζων οὐ λυπεῖ, καὶ ταῦτʼ ἐφʼ ὑμᾶς ἁρπάζων.