Ancient Greek
Section 121
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 121
Not analysed yet
ἀκούεις, Αἰσχίνη, τοῦ νόμου λέγοντος σαφῶς, πλὴν ἐάν τινας ὁ δῆμος ἢ ἡ βουλὴ ψηφίσηται· τούτους δʼ ἀναγορευέτω τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις ἐπὶ τούτοις; ἀλλʼ οὐδʼ αἰσχύνει φθόνου δίκην εἰσάγων, οὐκ ἀδικήματος οὐδενός, καὶ νόμους μεταποιῶν, τῶν δʼ ἀφαιρῶν μέρη, οὓς ὅλους δίκαιον ἦν ἀναγιγνώσκεσθαι τοῖς γʼ ὀμωμοκόσιν κατὰ τοὺς νόμους ψηφιεῖσθαι;