Ancient Greek
Section 122
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 122
Not analysed yet
ἔπειτα τοιαῦτα ποιῶν λέγεις πόσα δεῖ προσεῖναι τῷ δημοτικῷ, ὥσπερ ἀνδριάντʼ ἐκδεδωκὼς κατὰ συγγραφήν, εἶτʼ οὐκ ἔχονθʼ ἃ προσῆκεν ἐκ τῆς συγγραφῆς κομιζόμενος, ἢ λόγῳ τοὺς δημοτικούς, ἀλλʼ οὐ τοῖς πράγμασι καὶ τοῖς πολιτεύμασιν γιγνωσκομένους. καὶ βοᾷς ῥητὰ καὶ ἄρρητʼ ὀνομάζων, ὥσπερ ἐξ ἁμάξης, ἃ σοὶ καὶ τῷ σῷ γένει πρόσεστιν, οὐκ ἐμοί. καίτοι καὶ τοῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι·