Ancient Greek
Section 145
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 145
Not analysed yet
οὐκ ἦν τοῦ πρὸς ὑμᾶς πολέμου πέρας οὐδʼ ἀπαλλαγὴ Φιλίππῳ, εἰ μὴ Θηβαίους καὶ Θετταλοὺς ἐχθροὺς ποιήσειε τῇ πόλει· ἀλλὰ καίπερ ἀθλίως καὶ κακῶς τῶν στρατηγῶν τῶν ὑμετέρων πολεμούντων αὐτῷ, ὅμως ὑπʼ αὐτοῦ τοῦ πολέμου καὶ τῶν λῃστῶν μυρίʼ ἔπασχε κακά. οὔτε γὰρ ἐξήγετο τῶν ἐκ τῆς χώρας γιγνομένων οὐδὲν οὔτʼ εἰσήγεθʼ ὧν ἐδεῖτʼ αὐτῷ·