Ancient Greek
Section 146
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 146
Not analysed yet
ἦν δʼ οὔτʼ ἐν τῇ θαλάττῃ τότε κρείττων ὑμῶν οὔτʼ εἰς τὴν Ἀττικὴν ἐλθεῖν δυνατὸς μήτε Θετταλῶν ἀκολουθούντων μήτε Θηβαίων διιέντων· συνέβαινε δʼ αὐτῷ τῷ πολέμῳ κρατοῦντι τοὺς ὁποιουσδήποθʼ ὑμεῖς ἐξεπέμπετε στρατηγούς (ἐῶ γὰρ τοῦτό γε) αὐτῇ τῇ φύσει τοῦ τόπου καὶ τῶν ὑπαρχόντων ἑκατέροις κακοπαθεῖν.