Ancient Greek
Section 147
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 147
Not analysed yet
εἰ μὲν οὖν τῆς ἰδίας ἕνεκʼ ἔχθρας ἢ τοὺς Θετταλοὺς ἢ τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφʼ ὑμᾶς, οὐδένʼ ἡγεῖτο προσέξειν αὐτῷ τὸν νοῦν· ἐὰν δὲ τὰς ἐκείνων κοινὰς προφάσεις λαβὼν ἡγεμὼν αἱρεθῇ, ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσεσθαι, τὰ δὲ πείσειν. τί οὖν; ἐπιχειρεῖ, θεάσασθʼ ὡς εὖ, πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν· εἰς γὰρ ταῦτʼ εὐθὺς αὐτοὺς ὑπελάμβανεν αὑτοῦ δεήσεσθαι.