Ancient Greek
Section 206
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 206
Not analysed yet
εἰ μὲν τοίνυν τοῦτʼ ἐπεχείρουν λέγειν, ὡς ἐγὼ προήγαγον ὑμᾶς ἄξια τῶν προγόνων φρονεῖν, οὐκ ἔσθʼ ὅστις οὐκ ἂν εἰκότως ἐπιτιμήσειέ μοι. νῦν δʼ ἐγὼ μὲν ὑμετέρας τὰς τοιαύτας προαιρέσεις ἀποφαίνω, καὶ δείκνυμʼ ὅτι καὶ πρὸ ἐμοῦ τοῦτʼ εἶχεν τὸ φρόνημʼ ἡ πόλις, τῆς μέντοι διακονίας τῆς ἐφʼ ἑκάστοις τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετεῖναί φημι·