Ancient Greek
Section 207
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 207
Not analysed yet
οὗτος δὲ τῶν ὅλων κατηγορῶν καὶ κελεύων ὑμᾶς ἐμοὶ πικρῶς ἔχειν ὡς φόβων καὶ κινδύνων αἰτίῳ τῇ πόλει, τῆς μὲν εἰς τὸ παρὸν τιμῆς ἔμʼ ἀποστερῆσαι γλίχεται, τὰ δʼ εἰς ἅπαντα τὸν λοιπὸν χρόνον ἐγκώμιʼ ὑμῶν ἀφαιρεῖται. εἰ γὰρ ὡς οὐ τὰ βέλτιστʼ ἐμοῦ πολιτευσαμένου τουδὶ καταψηφιεῖσθε, ἡμαρτηκέναι δόξετε, οὐ τῇ τῆς τύχης ἀγνωμοσύνῃ τὰ συμβάντα παθεῖν.