Ancient Greek
Section 220
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 220
Not analysed yet
τί οὖν; εἴποι τις ἄν, σὺ τοσοῦθʼ ὑπερῆρας ῥώμῃ καὶ τόλμῃ ὥστε πάντα ποιεῖν αὐτός; οὐ ταῦτα λέγω, ἀλλʼ οὕτως ἐπεπείσμην μέγαν εἶναι τὸν κατειληφότα κίνδυνον τὴν πόλιν ὥστʼ οὐκ ἐδόκει μοι χώραν οὐδὲ πρόνοιαν οὐδεμίαν τῆς ἰδίας ἀσφαλείας διδόναι, ἀλλʼ ἀγαπητὸν εἶναι, εἰ μηδὲν παραλιπών τις ἃ δεῖ πράξειεν.