Ancient Greek
Section 221
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 221
Not analysed yet
ἐπεπείσμην δʼ ὑπὲρ ἐμαυτοῦ, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δʼ ἐπεπείσμην, μήτε γράφοντʼ ἂν ἐμοῦ γράψαι μηδένα μήτε πράττοντα πρᾶξαι μήτε πρεσβεύοντα πρεσβεῦσαι προθυμότερον μηδὲ δικαιότερον. διὰ ταῦτʼ ἐν πᾶσιν ἐμαυτὸν ἔταττον. λέγε τὰς ἐπιστολὰς τὰς τοῦ Φιλίππου. ΕΠΙΣΤΟΛΑΙ.