Ancient Greek
Section 225
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 225
Not analysed yet
ἀλλʼ οὐκ ἦν, οἶμαι, τόθʼ ὃ νυνὶ ποιεῖν, ἐκ παλαιῶν χρόνων καὶ ψηφισμάτων πολλῶν ἐκλέξαντα, ἃ μήτε προῄδει μηδεὶς μήτʼ ἂν ᾠήθη τήμερον ῥηθῆναι, διαβάλλειν, καὶ μετενεγκόντα τοὺς χρόνους καὶ προφάσεις ἀντὶ τῶν ἀληθῶν ψευδεῖς μεταθέντα τοῖς πεπραγμένοις δοκεῖν τι λέγειν.