Ancient Greek
Section 226
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 226
Not analysed yet
οὐκ ἦν τότε ταῦτα, ἀλλʼ ἐπὶ τῆς ἀληθείας, ἐγγὺς τῶν ἔργων, ἔτι μεμνημένων ὑμῶν καὶ μόνον οὐκ ἐν ταῖς χερσὶν ἕκαστʼ ἐχόντων, πάντες ἐγίγνοντʼ ἂν οἱ λόγοι. διόπερ τοὺς παρʼ αὐτὰ τὰ πράγματʼ ἐλέγχους φυγὼν νῦν ἥκει, ῥητόρων ἀγῶνα νομίζων, ὥς γʼ ἐμοὶ δοκεῖ, καὶ οὐχὶ τῶν πεπολιτευμένων ἐξέτασιν ποιήσειν ὑμᾶς, καὶ λόγου κρίσιν, οὐχὶ τοῦ τῇ πόλει συμφέροντος ἔσεσθαι.