Ancient Greek
Section 227
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 227
Not analysed yet
εἶτα σοφίζεται καὶ φησὶ προσήκειν ἧς μὲν οἴκοθεν ἥκετʼ ἔχοντες δόξης περὶ ἡμῶν ἀμελῆσαι, ὥσπερ δʼ, ὅταν οἰόμενοι περιεῖναι χρήματά τῳ λογίζησθε, ἂν καθαραὶ ὦσιν αἱ ψῆφοι καὶ μηδὲν περιῇ, συγχωρεῖτε, οὕτω καὶ νῦν τοῖς ἐκ τοῦ λόγου φαινομένοις προσθέσθαι. θεάσασθε τοίνυν ὡς σαθρόν, ὡς ἔοικεν, ἔστι φύσει πᾶν ὅ τι ἂν μὴ δικαίως ᾖ πεπραγμένον.