Ancient Greek
Section 263
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 263
Not analysed yet
ἀλλὰ γὰρ παρεὶς ὧν τὴν πενίαν αἰτιάσαιτʼ ἄν τις, πρὸς αὐτὰ τὰ τοῦ τρόπου σου βαδιοῦμαι κατηγορήματα. τοιαύτην γὰρ εἵλου πολιτείαν, ἐπειδή ποτε καὶ τοῦτʼ ἐπῆλθέ σοι ποιῆσαι, διʼ ἣν εὐτυχούσης μὲν τῆς πατρίδος λαγὼ βίον ἔζης δεδιὼς καὶ τρέμων καὶ ἀεὶ πληγήσεσθαι προσδοκῶν ἐφʼ οἷς σαυτῷ συνῄδεις ἀδικοῦντι, ἐν οἷς δʼ ἠτύχησαν οἱ ἄλλοι, θρασὺς ὢν ὑφʼ ἁπάντων ὦψαι.