Ancient Greek
Section 264
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 264
Not analysed yet
καίτοι ὅστις χιλίων πολιτῶν ἀποθανόντων ἐθάρρησε, τί οὗτος παθεῖν ὑπὸ τῶν ζώντων δίκαιός ἐστιν; πολλὰ τοίνυν ἕτερʼ εἰπεῖν ἔχων περὶ αὐτοῦ παραλείψω· οὐ γὰρ ὅσʼ ἂν δείξαιμι προσόντʼ αἰσχρὰ τούτῳ καὶ ὀνείδη, πάντʼ οἶμαι δεῖν εὐχερῶς λέγειν, ἀλλʼ ὅσα μηδὲν αἰσχρόν ἐστιν εἰπεῖν ἐμοί.