Ancient Greek
Section 265
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 265
Not analysed yet
ἐξέτασον τοίνυν παρʼ ἄλληλα τὰ σοὶ κἀμοὶ βεβιωμένα, πράως, μὴ πικρῶς, Αἰσχίνη· εἶτʼ ἐρώτησον τουτουσὶ τὴν ποτέρου τύχην ἂν ἕλοιθʼ ἕκαστος αὐτῶν. ἐδίδασκες γράμματα, ἐγὼ δʼ ἐφοίτων. ἐτέλεις, ἐγὼ δʼ ἐτελούμην. ἐγραμμάτευες, ἐγὼ δʼ ἠκκλησίαζον. ἐτριταγωνίστεις, ἐγὼ δʼ ἐθεώρουν. ἐξέπιπτες, ἐγὼ δʼ ἐσύριττον. ὑπὲρ τῶν ἐχθρῶν πεπολίτευσαι πάντα, ἐγὼ δʼ ὑπὲρ τῆς πατρίδος.