Ancient Greek
Section 267
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 267
Not analysed yet
φέρε δὴ καὶ τὰς τῶν λῃτουργιῶν μαρτυρίας ὧν λελῃτούργηκα ὑμῖν ἀναγνῶ. παρʼ ἃς παρανάγνωθι καὶ σύ μοι τὰς ῥήσεις ἃς ἐλυμαίνου, ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας Eur. Hec. 1καὶ κακαγγελεῖν μὲν ἴσθι μὴ θέλοντά με, unknownκαὶ κακὸν κακῶς σε unknown μάλιστα μὲν οἱ θεοί, ἔπειθʼ οὗτοι πάντες ἀπολέσειαν, πονηρὸν ὄντα καὶ πολίτην καὶ τριταγωνιστήν. λέγε τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.