Ancient Greek
Section 268
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 268
Not analysed yet
ἐν μὲν τοίνυν τοῖς πρὸς τὴν πόλιν τοιοῦτος· ἐν δὲ τοῖς ἰδίοις εἰ μὴ πάντες ἴσθʼ ὅτι κοινὸς καὶ φιλάνθρωπος καὶ τοῖς δεομένοις ἐπαρκῶν, σιωπῶ καὶ οὐδὲν ἂν εἴποιμι οὐδὲ παρασχοίμην περὶ τούτων οὐδεμίαν μαρτυρίαν, οὔτʼ εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτʼ εἴ τισιν θυγατέρας συνεξέδωκα, οὔτε τῶν τοιούτων οὐδέν.