Ancient Greek
Section 318
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 318
Not analysed yet
εἶτα λέγεις ὡς οὐδὲν ὅμοιός εἰμʼ ἐκείνοις ἐγώ; σὺ δʼ ὅμοιος, Αἰσχίνη; ὁ δʼ ἀδελφὸς ὁ σός; ἄλλος δέ τις τῶν νῦν ῥητόρων; ἐγὼ μὲν γὰρ οὐδένα φημί. ἀλλὰ πρὸς τοὺς ζῶντας, ὦ χρηστέ, ἵνα μηδὲν ἄλλʼ εἴπω, τὸν ζῶντʼ ἐξέταζε καὶ τοὺς καθʼ αὑτόν, ὥσπερ τἄλλα πάντα, τοὺς ποιητάς, τοὺς χορούς, τοὺς ἀγωνιστάς.