Ancient Greek
Section 319
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 319
Not analysed yet
ὁ Φιλάμμων οὐχ ὅτι Γλαύκου τοῦ Καρυστίου καί τινων ἑτέρων πρότερον γεγενημένων ἀθλητῶν ἀσθενέστερος ἦν, ἀστεφάνωτος ἐκ τῆς Ὀλυμπίας ἀπῄει, ἀλλʼ ὅτι τῶν εἰσελθόντων πρὸς αὐτὸν ἄριστʼ ἐμάχετο, ἐστεφανοῦτο καὶ νικῶν ἀνηγορεύετο. καὶ σὺ πρὸς τοὺς νῦν ὅρα με ῥήτορας, πρὸς σαυτόν, πρὸς ὅντινα βούλει τῶν ἁπάντων· οὐδένʼ ἐξίσταμαι.