Ancient Greek · ~1 min
Section 19
Demosthenes, περὶ τοῦ Στεφάνου τῆς τριηραρκίας 19
Not analysed yet
εἶθʼ ὥσπερ οὐχὶ πολιτείας κοινῆς μετέχοντες καὶ διὰ ταῦτα τῷ βουλομένῳ λέγειν ἐξόν, ἀλλʼ ἱερωσύνην ἰδίαν αὐτοί τινα ταύτην ἔχοντες, ἐὰν ὑπὲρ τῶν δικαίων ἐν ὑμῖν τις εἴπῃ, δεινὰ πάσχουσιν καὶ θρασὺν εἶναί φασιν. καὶ εἰς τοσοῦτον ἀναισθησίας προήκουσιν, ὥστʼ οἴονται τὸν ἅπαξ εἰρηκότʼ ἂν καλέσωσιν ἀναιδῆ, σφᾶς αὐτοὺς πάντʼ ἂν τὸν βίον καλοὺς κἀγαθοὺς νομίζεσθαι.