Ancient Greek · ~1 min
Section 20
Demosthenes, περὶ τοῦ Στεφάνου τῆς τριηραρκίας 20
Not analysed yet
καίτοι διὰ μὲν τὰς τούτων δημηγορίας πολλὰ χεῖρον ἔχει, διὰ τοὺς δʼ οἰομένους δεῖν τὰ δίκαιʼ ἀντιλέγειν οὐ πάντʼ ἀπόλωλεν. τοιούτους τοίνυν τοὺς συνεροῦντας αὑτοῖς παρεσκευασμένοι, καὶ τοσαύτην βλασφημίαν εἰδότες οὖσαν καθʼ ἑαυτῶν τοῖς βουλομένοις τι λέγειν φλαῦρον, ὅμως εἰς λόγον ἠξίωσαν καταστῆναι καὶ κακῶς τινʼ ἐτόλμησαν εἰπεῖν, οἷς ἀγαπητὸν ἦν μὴ πάσχουσιν κακῶς αὐτοῖς.