Ancient Greek · ~1 min
Section 21
Demosthenes, περὶ τοῦ Στεφάνου τῆς τριηραρκίας 21
Not analysed yet
τοῦ τοίνυν τούτους ἀδίκους εἶναι καὶ θρασεῖς οὐδένες ὑμῶν εἰσιν αἰτιώτεροι· παρὰ γὰρ τῶν λεγόντων, οὓς ἴστʼ ἐπὶ μισθῷ τοῦτο πράττοντας, πυνθάνεσθε ποῖόν τινʼ ἕκαστον δεῖ νομίζειν, οὐκ αὐτοὶ θεωρεῖτε. καίτοι πῶς οὐκ ἄτοπον τούτους μὲν αὐτοὺς πονηροτάτους τῶν πολιτῶν νομίζειν, τοὺς δʼ ὑπὸ τούτων ἐπαινουμένους χρηστοὺς ἡγεῖσθαι;