Ancient Greek · ~2 min
Section 5
Demosthenes, περὶ τοῦ Στεφάνου τῆς τριηραρκίας 5
Not analysed yet
τὰ σκεύη τοίνυν, ὅσα δεῖ παρέχειν τὴν πόλιν τοῖς τριηράρχοις, ἐγὼ μὲν ἐκ τῶν ἰδίων ἀνήλωσα καὶ τῶν δημοσίων ἔλαβον οὐδέν, οὗτοι δʼ ὑμετέροις κέχρηνται καὶ τῶν σφετέρων οὐδὲν εἰς ταῦτα προεῖνται. καὶ μὴν οὐδʼ ἂν ἐκεῖνό γʼ ἔχοιεν εἰπεῖν, ὡς ἀνεπειρῶντʼ ἐμοῦ πρότεροι· πρὶν γὰρ ἧφθαι μόνον τῆς τριήρους τούτους ἐπεπλήρωτό μοι, καὶ πάντες ἑωρᾶθʼ ὑμεῖς ἀναπειρωμένην τὴν ναῦν.