Ancient Greek · ~1 min
Section 6
Demosthenes, περὶ τοῦ Στεφάνου τῆς τριηραρκίας 6
Not analysed yet
ἔτι τοίνυν ὑπηρεσίαν τὴν κρατίστην ἔλαβον, πολλῷ πλεῖστον ἀργύριον δούς. οὗτοι δʼ εἰ μὲν εἶχον χείρονʼ ἡμῶν, οὐδὲν ἂν ἦν δεινόν· νῦν δʼ οὐδʼ ὁποιαντινοῦν μεμίσθωνται, περὶ τοῦ πλείονος ἀντιλέγοντες. καίτοι πῶς εἰσιν δίκαιοι ταῦτα μὲν ὕστερον ἐξαναπληροῦν, νῦν δʼ ὡς πρῶτοι παρασκευασάμενοι τὸν στέφανον λαβεῖν;