Ancient Greek
Section 130
Demosthenes, περὶ τῆς παραπρεσβείας 130
Not analysed yet
καί μοι λέγε τὸ ψήφισμα ,καὶ τοὺς μάρτυρας κάλει. ΨΗΦΙΣΜΑ. ΜΑΡΤΥΡΕΣ. τίνας οὖν εὐχὰς ὑπολαμβάνετʼ εὔχεσθαι τοῖς θεοῖς τὸν Φίλιππον, ὅτʼ ἔσπενδεν, ἢ τοὺς Θηβαίους; ἆρʼ οὐ κράτος πολέμου καὶ νίκην αὑτοῖς καὶ τοῖς συμμάχοις διδόναι, καὶ τἀναντία τοῖς τῶν Φωκέων; οὐκοῦν ταῦτα συνηύχεθʼ οὗτος καὶ κατηρᾶτο τῇ πατρίδι, ἃ νῦν εἰς κεφαλὴν ὑμᾶς αὐτῷ δεῖ τρέψαι.