Ancient Greek · ~1 min
Section 131
Demosthenes, περὶ τῆς παραπρεσβείας 131
Not analysed yet
οὐκοῦν ᾤχετο μὲν παρὰ τὸν νόμον, ὃς θάνατον κελεύει τούτων τὴν ζημίαν εἶναι· ἐλθὼν δʼ ἐκεῖσε ἑτέρων θανάτων ἄξια ποιῶν πέφανται· τὰ δὲ πρόσθεν πεπραγμένα καὶ πεπρεσβευμένʼ ὑπὲρ τούτων ἀποκτείνειεν ἂν αὐτὸν δικαίως. σκοπεῖτε τοίνυν τί ἔσται τίμημα, ὃ ταύτην ἕξει τὴν ἀξίαν ὥστε τοσούτων ἀξιόχρεων φαίνεσθαι.