Ancient Greek · ~2 min
Section 161
Demosthenes, περὶ τῆς παραπρεσβείας 161
Not analysed yet
καίτοι ταῦθʼ ὅταν ἐξελέγχωνται πάντα, τοὺς χρόνους ἀνηλωκότες, τἀν Θρᾴκῃ προειμένοι, μηδὲν ὧν ἐψηφίσασθε πεποιηκότες μηδʼ ὧν συμφέρον ἦν, τὰ ψευδῆ δεῦρʼ ἀπηγγελκότες, πῶς ἔνεστι παρʼ εὖ φρονοῦσι δικασταῖς καὶ βουλομένοις εὐορκεῖν τούτῳ σῴζεσθαι; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, λέγε πρῶτον μὲν τὸ ψήφισμα, ὡς ὁρκοῦν προσῆκεν ἡμῖν, εἶτα τὴν ἐπιστολὴν τὴν τοῦ Φιλίππου, εἶτα τὸ Φιλοκράτους ψήφισμα καὶ τὸ τοῦ δήμου. ΨΗΦΙΣΜΑ. ΕΠΙΣΤΟΛΗ. ΨΗΦΙΣΜΑΤΑ.