Ancient Greek · ~1 min
Section 162
Demosthenes, περὶ τῆς παραπρεσβείας 162
Not analysed yet
καὶ μὴν ὅτι τὸν Φίλιππον ἐν Ἑλλησπόντῳ κατελάβομεν ἄν, εἴ τις ἐπείθετό μοι καὶ τὰ προστεταγμένʼ ὑφʼ ὑμῶν ἐποίει κατὰ τὰ ψηφίσματα, κάλει τοὺς ἐκεῖ παρόντας μάρτυρας. ΜΑΡΤΥΡΕΣ. λέγε δὴ καὶ τὴν ἑτέραν μαρτυρίαν, ἃ πρὸς Εὐκλείδην ὕστερον ἐλθόντα τουτονὶ ἀπεκρίνατο Φίλιππος. ΜΑΡΤΥΡΙΑ.