Ancient Greek · ~1 min
Section 176
Demosthenes, περὶ τῆς παραπρεσβείας 176
Not analysed yet
καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, πρῶτον μὲν αὐτὸς ἐγὼ συγγραψάμενος καὶ καταστήσας ἐμαυτὸν ὑπεύθυνον μαρτυρήσω, εἶτα τῶν ἄλλων πρέσβεων ἕκαστον καλῶ, καὶ δυοῖν θάτερον, ἢ μαρτυρεῖν ἢ ἐξόμνυσθαι ἀναγκάσω. ἂν δʼ ἐξομνύωσιν, ἐπιορκοῦντας ἐξελέγξω παρʼ ὑμῖν φανερῶς. ΜΑΡΤΥΡΙΑ.