Ancient Greek · ~2 min
Section 177
Demosthenes, περὶ τῆς παραπρεσβείας 177
Not analysed yet
οἵοις μὲν τοίνυν κακοῖς καὶ πράγμασι τὴν ἀποδημίαν πᾶσαν συνειχόμην ἑοράκατε. τί γὰρ αὐτοὺς οἴεσθʼ ἐκεῖ ποιεῖν ἐγγὺς ὄντας τοῦ διδόντος, ὅθʼ ὑμῶν ὁρώντων, τῶν καὶ τιμῆσαι κυρίων ὄντων καὶ τοὐναντίον κολάσαι, τοιαῦτα ποιοῦσιν; συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένʼ ἀπʼ ἀρχῆς, ἵνʼ ὅσʼ ὑμῖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξω πεποιηκώς. ἐπέδειξʼ οὐδὲν ἀληθὲς ἀπηγγελκότα, ἀλλὰ φενακίσανθʼ ὑμᾶς, μάρτυσι τοῖς γεγενημένοις αὐτοῖς, οὐ λόγοις χρώμενος.