Ancient Greek · ~2 min
Section 97
Demosthenes, περὶ τῆς παραπρεσβείας 97
Not analysed yet
εἰρήνη μὲν οὖν διʼ ἐκείνους, ἐπικίνδυνος δὲ καὶ σφαλερὰ καὶ ἄπιστος διὰ τούτους γέγονεν δωροδοκήσαντας. εἴργετʼ οὖν, εἴργετʼ αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων, εἰς δὲ τοὺς ὑπὲρ τῶν πεπραγμένων ἐμβιβάζετε. οὐ γὰρ Αἰσχίνης ὑπὲρ τῆς εἰρήνης κρίνεται, οὔ, ἀλλʼ ἡ εἰρήνη διʼ Αἰσχίνην διαβέβληται. σημεῖον δέ· εἰ γὰρ ἡ μὲν εἰρήνη ἐγεγόνει, μηδὲν δʼ ὕστερον ἐξηπάτησθʼ ὑμεῖς μηδʼ ἀπωλώλει τῶν συμμάχων μηδείς, τίνʼ ἀνθρώπων ἐλύπησεν ἂν ἡ εἰρήνη, ἔξω τοῦ ἄδοξος γεγενῆσθαι; καίτοι καὶ τούτου συναίτιος οὗτος συνειπὼν Φιλοκράτει. ἀλλʼ ἀνήκεστόν γʼ οὐδὲν ἂν ἦν γεγονός. νῦν δʼ, οἶμαι, πόλλʼ, ὧν αἴτιος οὗτος.