Ancient Greek
Section 98
Demosthenes, De falsa legatione 98
Not analysed yet
ὅτι μὲν τοίνυν αἰσχρῶς καὶ κακῶς πάντα ταῦθʼ ὑπὸ τούτων ἀπόλωλε καὶ διέφθαρται, οἶμαι πάντας ὑμᾶς εἰδέναι. ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, τοσοῦτʼ ἀπέχω τοῦ συκοφαντίαν τινὰ τοῖς πράγμασι τούτοις προσάγειν ἢ ὑμᾶς ἀξιοῦν, ὥστʼ εἰ ταῦθʼ ὑπʼ ἀβελτερίας ἢ διʼ εὐήθειαν ἢ διʼ ἄλλην ἄγνοιαν ἡντινοῦν οὕτω πέπρακται, αὐτός τʼ ἀφίημʼ Αἰσχίνην καὶ ὑμῖν συμβουλεύω.