Ancient Greek
Section 111
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 111
Not analysed yet
εἰ δὲ δεῖ παρὰ πάντα ταῦτʼ εἰπεῖν ὃ δίκαιον ἡγοῦμαι, ἐκεῖνʼ ἂν ἔγωγʼ εἴποιμι. οὐκ ἔστι δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς Λακεδαιμονίων νόμους οὐδὲ τοὺς Θηβαίων λέγειν ἐπὶ τῷ τοὺς ἐνθάδε λυμαίνεσθαι, οὐδὲ διʼ ὧν μὲν ἐκεῖνοι μεγάλοι ,κἂν ἀποκτεῖναι βούλεσθαι τὸν παρʼ ἡμῖν τούτων τι κατασκευάσαντα, διὰ δʼ ὧν ὁ παρʼ ἡμῖν δῆμος εὐδαίμων, ταῦθʼ ὡς ἀνελεῖν δεῖ λεγόντων τινῶν ἐθέλειν ἀκούειν.