Ancient Greek
Section 112
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 112
Not analysed yet
ἔστι τοίνυν τις πρόχειρος λόγος, ὡς ἄρα καὶ παρʼ ἡμῖν ἐπὶ τῶν προγόνων πόλλʼ ἀγάθʼ εἰργασμένοι τινὲς οὐδενὸς ἠξιοῦντο τοιούτου, ἀλλʼ ἀγαπητῶς ἐπιγράμματος ἐν τοῖς Ἑρμαῖς ἔτυχον· καὶ ἴσως τοῦθʼ ὑμῖν ἀναγνώσεται τοὐπίγραμμα. ἐγὼ δʼ ἡγοῦμαι τοῦτον τὸν λόγον, ὦ ἄνδρες Ἀθηναῖοι, κατὰ πόλλʼ ἀσύμφορον εἶναι τῇ πόλει λέγεσθαι, πρὸς δὲ καὶ οὐδὲ δίκαιον.