Ancient Greek
Section 124
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 124
Not analysed yet
ὡς δʼ ἁπλῶς εἰπεῖν, οὐκ, εἰ τῶν πάντων ἀδικήσομέν τινʼ ἢ μείζονʼ ἢ ἐλάττονα, δεινόν ἐστιν, ἀλλʼ εἰ τὰς τιμάς, αἷς ἂν ἀντʼ εὖ ποιήσωμέν τινας, ἀπίστους καταστήσομεν· οὐδʼ ὁ πλεῖστος ἔμοιγε λόγος περὶ τῆς ἀτελείας ἐστίν, ἀλλʼ ὑπὲρ τοῦ πονηρὸν ἔθος τὸν νόμον εἰσάγειν καὶ τοιοῦτον διʼ οὗ πάντʼ ἄπισθʼ ὅσʼ ὁ δῆμος δίδωσιν ἔσται.