Ancient Greek
Section 125
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 125
Not analysed yet
ὃν τοίνυν κακουργότατον οἴονται λόγον εὑρηκέναι πρὸς τὸ τὰς ἀτελείας ὑμᾶς ἀφελέσθαι πεῖσαι, βέλτιόν ἐστι προειπεῖν, ἵνα μὴ λάθητʼ ἐξαπατηθέντες. ἐροῦσʼ ὅτι ταῦθʼ ἱερῶν ἐστιν ἅπαντα τἀναλώματα · δεινὸν οὖν, εἰ τῶν ἱερῶν ἀτελής τις ἀφεθήσεται. ἐγὼ δὲ τὸ μέν τινας, οἷς ὁ δῆμος ἔδωκεν, ἀτελεῖς εἶναι τούτων δίκαιον ἡγοῦμαι, ὃ δὲ νῦν οὗτοι ποιήσουσιν, ἐὰν ἄρα ταῦτα λέγωσι, τοῦτʼ εἶναι δεινὸν νομίζω.