Ancient Greek
Section 16
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 16
Not analysed yet
τό τε γὰρ μὴ μετʼ αἰσχύνης ὡς κολακεύοντα λαμβάνειν, ἀλλʼ ἐν ἰσηγορίᾳ δοκοῦντʼ ἄξιόν τινος εἶναι τιμᾶσθαι τῶν καλῶν ἐστι, τό θʼ ὑπὸ τῶν ὁμοίων ἑκόντων θαυμάζεσθαι τοῦ παρὰ τοῦ δεσπότου λαμβάνειν ὁτιοῦν κρεῖττον εἶναι δοκεῖ. παρὰ μὲν γὰρ ἐκείνοις μείζων ἐστὶν ὁ τοῦ μέλλοντος φόβος τῆς παρούσης χάριτος, παρὰ δʼ ὑμῖν ἀδεῶς ἃν λάβῃ τις ἔχειν ὑπῆρχε τὸν γοῦν ἄλλον χρόνον.