Ancient Greek
Section 17
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 17
Not analysed yet
ὁ τοίνυν τὴν πίστιν ἀφαιρῶν τῶν δωρειῶν νόμος, οὗτος, ᾧ μόνῳ κρείττους εἰσὶν αἱ παρʼ ὑμῶν δωρειαί, τοῦτʼ ἀφαιρεῖται. καίτοι τῶν ἁπασῶν ἧς ἄν τινος πολιτείας τὸ κομίζεσθαι τοὺς εὔνους τοῖς καθεστῶσιν χάριν ἐξέλῃς, οὐ μικρὰν φυλακὴν αὐτῶν ταύτην ἀφῃρηκὼς ἔσει.