Ancient Greek
Section 162
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 162
Not analysed yet
οὐδέ γʼ ὁ νῦν ὢν Διονύσιος ἤλπισεν ἄν ποτʼ ἴσως πλοίῳ στρογγύλῳ καὶ στρατιώταις ὀλίγοις Δίωνʼ ἐλθόντʼ ἐφʼ αὑτὸν ἐκβαλεῖν τὸν τριήρεις πολλὰς καὶ ξένους καὶ πόλεις κεκτημένον. ἀλλʼ, οἶμαι, τὸ μέλλον ἄδηλον πᾶσιν ἀνθρώποις, καὶ μικροὶ καιροὶ μεγάλων πραγμάτων αἴτιοι γίγνονται. διὸ δεῖ μετριάζειν ἐν ταῖς εὐπραξίαις καὶ προορωμένους τὸ μέλλον φαίνεσθαι.