Ancient Greek
Section 163
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 163
Not analysed yet
πολλὰ δʼ ἄν τις ἔχοι λέγειν ἔτι καὶ διεξιέναι περὶ τοῦ μηδαμῇ μηδὲ καθʼ ἓν τοῦτον ἔχειν καλῶς τὸν νόμον μηδὲ συμφέρειν ὑμῖν· ἀλλʼ ἵνʼ ἐν κεφαλαίῳ τοῦτο μάθητε κἀγὼ παύσωμαι λέγων, τάδε ποιήσατε· σκέψασθε παρʼ ἄλληλα καὶ λογίσασθε πρὸς ὑμᾶς αὐτοὺς τί συμβήσεται καταψηφισαμένοις ὑμῖν τοῦ νόμου καὶ τί μή· εἶτα φυλάττετε καὶ μέμνησθʼ ἃν ὑμῖν ἐξ ἑκατέρου φανῇ, ἵνʼ ἕλησθε τὰ κρείττω.