Ancient Greek
Section 65
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 65
Not analysed yet
καὶ μὴν μηδʼ ἐκεῖνʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, λανθανέτω, ὅτι τῶν αἰσχίστων ἐστὶν πάντας ἀνθρώπους ἰδεῖν καὶ ἀκοῦσαι τὰς μὲν συμφοράς, αἷς διʼ ὑμᾶς ἐχρήσανθʼ οἱ ἄνδρες οὗτοι, πάντα τὸν χρόνον κυρίας αὐτοῖς γεγενημένας, τὰς δὲ δωρειάς, ἃς ἀντὶ τούτων ἔλαβον παρʼ ὑμῶν, καὶ δὴ λελυμένας.