Ancient Greek
Section 66
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 66
Not analysed yet
πολὺ γὰρ μᾶλλον ἥρμοττεν τὰ δοθέντʼ ἐῶντας τῶν ἀτυχημάτων ἀφαιρεῖν ἢ τούτων μενόντων τὰς δωρειὰς ἀφαιρεῖσθαι. φέρε γὰρ πρὸς Διός, τίς ἔστιν ὅστις εὖ ποιεῖν ὑμᾶς βουλήσεται, μέλλων, ἂν μὲν ἀποτύχῃ, παραχρῆμα δίκην δώσειν τοῖς ἐχθροῖς, ἂν δὲ κατορθώσῃ, τὰς χάριτας παρʼ ὑμῶν ἀπίστους ἕξειν;