Ancient Greek
Section 69
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 69
Not analysed yet
καὶ γάρ τοι μόνῳ τῶν πάντων αὐτῷ τοῦτʼ ἐν τῇ στήλῃ γέγραπται· ἐπειδὴ φησὶν ἠλευθέρωσε τοὺς Ἀθηναίων συμμάχους. ἔστιν δὲ τοῦτο τὸ γράμμʼ, ὦ ἄνδρες δικασταί, ἐκείνῳ μὲν φιλοτιμία πρὸς ὑμᾶς αὐτούς, ὑμῖν δὲ πρὸς πάντας τοὺς Ἕλληνας· ὅτου γὰρ ἄν τις παρʼ ὑμῶν ἀγαθοῦ τοῖς ἄλλοις αἴτιος γένηται, τούτου τὴν δόξαν τὸ τῆς πόλεως ὄνομα καρποῦται.