Ancient Greek
Section 70
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 70
Not analysed yet
διόπερ οὐ μόνον αὐτῷ τὴν ἀτέλειαν ἔδωκαν οἱ τότε, ἀλλὰ καὶ χαλκῆν εἰκόνα, ὥσπερ Ἁρμοδίου καὶ Ἀριστογείτονος, ἔστησαν πρώτου· ἡγοῦντο γὰρ οὐ μικρὰν τυραννίδα καὶ τοῦτον τὴν Λακεδαιμονίων ἀρχὴν καταλύσαντα πεπαυκέναι. ἵνʼ οὖν μᾶλλον οἷς λέγω προσέχητε, τὰ ψηφίσμαθʼ ὑμῖν αὔτʼ ἀναγνώσεται τὰ τότε ψηφισθέντα τῷ Κόνωνι. λέγε. ΨΗΦΙΣΜΑΤΑ.