Ancient Greek
Section 72
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 72
Not analysed yet
καὶ μὴν οὐδʼ ἐκεῖνο καλόν, ζῶντα μὲν αὐτὸν οὕτω τιμᾶν ὥστε τοσούτων ὅσων ἀκηκόατʼ ἀξιοῦν, ἐπειδὴ δὲ τετελεύτηκεν, ἀφελέσθαι τι τῶν δοθέντων τότε. πολλὰ μὲν γάρ ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ὑπʼ ἐκείνου πραχθέντων ἄξιʼ ἐπαίνου, διʼ ἃ πάντα προσήκει μὴ λύειν τὰς ἐπὶ τούτοις δοθείσας δωρειάς, κάλλιστον δὲ πάντων ἡ τῶν τειχῶν ἀνάστασις.