Ancient Greek
Section 71
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 71
Not analysed yet
οὐ τοίνυν ὑφʼ ὑμῶν μόνον ὁ Κόνων, ὦ ἄνδρες Ἀθηναῖοι, τότʼ ἐτιμήθη πράξας ἃ διεξῆλθον ἐγώ, ἀλλὰ καὶ ὑπʼ ἄλλων πολλῶν, οἳ δικαίως ὧν εὐεργέτηντο χάριν ᾤοντο δεῖν ἀποδιδόναι. οὔκουν αἰσχρόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ αἱ μὲν παρὰ τοῖς ἄλλοις δωρειαὶ βέβαιοι μένουσιν αὐτῷ, τῆς δὲ παρʼ ὑμῶν μόνης τοῦτʼ ἀφαιρήσεται;